Η ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΩΡΩΝ - ΤΡΙΤῌ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ Τρίτη, 04 Μαρτίου 2025
ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ Α' ΩΡΑΣ
Ἱερεὺς
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα
σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ
οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα της ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν
ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον
ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα... Καὶ νῦν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε,
ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε,
ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν
του ὀνόματός σου.
Κύριε
ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ
ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν
σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Ἀμήν.
Κύριε ἐλέησον ιβ'
Δόξα... Καὶ νῦν...
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς 5
Τὰ ῥήματά μου ἐνώτισαι Κύριε σύνες τῆς κραυγῆς μου
πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ὁ βασιλεύς μου καὶ ὁ Θεός μου ὅτι πρὸς σὲ προσεύξομαι Κύριε
τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι
ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ οὐδὲ παροικήσει σοι πονηρευόμενος
οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου, ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν
ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος
ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου
Κύριε ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου, ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν μου τὴν ὁδόν σου
ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια ἡ καρδία αὐτῶν ματαία τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν
κρῖνον αὐτοὺς ὁ Θεὸς, ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν, ἔξωσον αὐτοὺς ὅτι παρεπίκρανάν σε Κύριε
καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλλιάσονται καὶ
κατασκηνώσεις ἐν αὐτοῖς καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου
ὅτι
σὺ εὐλογήσεις δίκαιον Κύριε ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς
Ψαλμὸς 89
Κύριε καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ
πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ
μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν καὶ εἶπας· ἐπιστρέψατε υἱοὶ ἀνθρώπων
ὅτι χιλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε ὡς ἡμέρα ἡ ἐχθὲς ἥτις διῆλθεν καὶ φυλακὴ ἐν νυκτὶ
τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι.
τὸ πρωῒ ἀνθῆσαι καὶ παρέλθοι τὸ ἑσπέρας ἀποπέσοι σκληρυνθείη καὶ ξηρανθείη
ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν
ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου
ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν τὰ ἔτη ἡμῶν ὡς ἀράχνην ἐμελέτων
αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος ὅτι ἐπῆλθεν πραΰτης ἐφ' ἡμᾶς καὶ παιδευθησόμεθα
τὶς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου
ἐξαριθμήσασθαι; τὴν δεξιάν σου οὕτως γνώρισον καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ.
ἐπίστρεψον Κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου.
ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν
εὐφράνθημεν ἀνθ' ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς ἐτῶν ὧν εἴδομεν κακὰ
καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν
καὶ
ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον
ἐφ' ἡμᾶς
Ψαλμὸς 100
Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι Κύριε
ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρὸς με; διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου
οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα·
οὐκ ἐκολλήθη μοι καρδία σκαμβὴ· ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον
τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ· τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ τούτῳ οὐ συνήσθιον
οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ πορευόμενος ἐν ὁδῷ ἀμώμῳ οὗτός μοι ἐλειτούργει.
οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶν μου.
εἰς τὰς πρωΐας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολεθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
Δόξα...
Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
Δόξα σοι ὁ Θεός, Κύριε, ἐλέησον
(γ')
Δόξα...
Ἀπολυτίκιον
τῆς ἡμέρας
Καὶ
νῦν... Θεοτοκίον
Τὶ
σὲ καλέσωμεν, ὧ Κεχαριτωμένη; Οὐρανόν, ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης.
Παράδεισον, ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας. Παρθένον, ὅτι ἔμεινας ἄφθορος·
ἁγνὴν Μητέρα, ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις υἱόν, τὸν πάντων Θεόν. Αὐτὸν ἱκέτευε,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.
Πληρωθήτω
τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν
μεγαλοπρέπειάν σου.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα...
Καὶ νῦν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε,
ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε,
ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν
του ὀνόματός σου.
Κύριε
ἐλέησον (ἐκ τρίτου)
Δόξα...
Καὶ νῦν...
Πάτερ
ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν
σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Κοντάκιον
τῆς ἡμέρας.
Κύριε
ἐλέησον μ'
Ὁ
ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος
Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν
καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν
μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις
καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα
ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης
θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ
αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ
εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Κύριε
ἐλέησον γ'
Δόξα... Καὶ νῦν...
Τὴν
Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν
ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
Χριστέ,
τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον,
σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσιτον,
καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου, πρεσβείαις τῆς
παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν ἁγίων. Ἀμήν.
ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ Γ' ΩΡΑΣ
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς
16
Εἰσάκουσον Κύριε τῆς δικαιοσύνης μου πρόσχες τῇ δεήσει μου ἐνώτισαι τῆς προσευχῆς μου οὐκ ἐν χείλεσιν δολίοις
ἐκ προσώπου σου τὸ κρῖμα μου ἐξέλθοι οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας
ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία
ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληρὰς
κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου ἵνα μὴ σαλευθῶσιν τὰ διαβήματά μου
ἐγὼ ἐκέκραξα ὅτι ἐπήκουσάς μου ὁ Θεὸς· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου
θαυμάστωσον τὰ ἐλέη σου ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου
φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ, ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με
ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον
τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν.
Ἐκβαλόντές με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ
ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.
Ἀνάστηθι Κύριε πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτοὺς, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.
Κύριε ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν· ἐχορτάσθησαν υἱῶν καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν
ἐγὼ
δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν
σου
Ψαλμὸς
24
Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου, ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.
Μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου· καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε, οὐ μὴ καταισχυνθῶσιν.
Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.
Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν.
Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς.
Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε,
Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.
Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.
Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος, καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσθητι τῇ ἁμαρτίᾳ μου· πολλὴ γὰρ ἐστι.
Τὶς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾑρετίσατο.
Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.
Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς.
Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.
Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχὸς εἰμι ἐγώ,
Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.
Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.
Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με.
Φύλαξον τὴν ψυχήν μου, καὶ ῥῦσαί με, μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σέ.
Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.
Λύτρωσαι,
ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.
Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς
σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι
ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με
διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου
Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει
ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους
Δόξα...
Καὶ νῦν...
Ἀλληλούϊα,
Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός, Κύριε, ἐλέησον (γ')
Καὶ στιχολογοῦμεν κάθισμα ἓν τοῦ ψαλτηρίου, εἰς ἕκαστον δὲ ἀντίφωνον λέγομεν Ἀλληλούϊα καὶ ποιοῦμεν μετανοίας (τρεῖς).
Εἷτα
Εἰ ἔψαλτο «ἀλληλούϊα»τὸ πρωῒ, ἤτοι ἐν ἡμέρᾳ
νηστείας, ψάλλομεν τὸ παρὸν τρίς, ποιοῦντες γονυκλισίαν ἐπὶ γῆς·
Ἦχος
πλ. β'
Κύριε,
ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο,
Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ' ἡμῶν, ἀλλ' ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου.
Στίχ:
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου
Κύριε,
ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο,
Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ' ἡμῶν, ἀλλ' ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου.
Στίχ:
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ'
ἐμοῦ
Κύριε,
ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο,
Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ' ἡμῶν, ἀλλ' ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε,
σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε,
Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰ δὲ ἔψαλτο «Θεὸς Κύριος…», ἤτοι ἐν μνήμῃ ἑορταζομένου
ἁγίου, οὐ ψάλλομεν τὸ «Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα» , ἀλλὰ λέγομεν·
Δόξα
Κύριος
ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς
τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν.
Ἅγιος
ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα...
Καὶ νῦν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε,
ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε,
ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν
του ὀνόματός σου.
Κύριε
ἐλέησον (ἐκ τρίτου)
Δόξα... Καὶ νῦν...
Πάτερ
ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν
σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Μετὰ
τὴν εκφώνησιν
Εἰ
ἔψαλτο «ἀλληλούϊα» ἤτοι ἐν ἡμέρᾳ νηστείας, λέγομεν τὰ τροπάρια ταῦτα·
Ἀπολυτίκιον. Ἦχος πλ. δ´.
Εὐλογητὸς
εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ
Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
Δόξα Πατρί...
Ταχεῖαν καὶ σταθερὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν. Μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλ’ἀεὶ ἡμᾶς πρόφθασον.Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ΄ὥσπερ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καἰ τοῖς ποθοῦσιν ἕνωσον σαὐτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν καὶ δοξολογῶμεν τὸ Πανάγιον σου Πνεῦμα.
Καὶ νῦν...
Ἡ
ἐλπὶς καὶ προστασία, καὶ καταφυγὴ τῶν Χριστιανῶν, τὸ ἀκαταμάχητον τεῖχος, τῶν
καταπονουμένων ὁ λιμὴν ὁ ἀχείμαστος, σὺ εἶ, Θεοτόκε ἄχραντε΄ἀλλ’ ὡς τὸν κόσμον
σῴζουσα τῇ ἀπαύστῳ πρεσβείᾳ σου μνήσθητι καὶ ἡμῶν, Παρθένε πανύμνητε.
Κύριε ἐλέησον μ'
Ὁ
ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος
Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν
καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν
μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις
καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα
ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης
θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ
αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ
εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Κύριε
ἐλέησον γ'
Δόξα... Καὶ νῦν...
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν
ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
Ὁ
ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’
ἡμᾶς
καὶ ἐλεήσαι ἡμᾶς.
Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, Εἶθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.
Κύριε,
καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας
μή μοι δῷς.
Πνεῦμα
δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί,
Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν
μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ' λέγοντες καθ' ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς.
Ναί,
Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν
μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δέσποτα
Θεέ, Πάτερ Παντοκράτορ, Κύριε, Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία
Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν
με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΣΤ' ΩΡΑΣ
Ἱερεὺς
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα
σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ
οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν
ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον
ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Ἅγιος
ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα...
Καὶ νῦν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε,
ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε,
ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν
του ὀνόματός σου.
Κύριε
ἐλέησον (ἐκ τρίτου)
Δόξα...
Καὶ νῦν...
Πάτερ
ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν
σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Ἀμήν.
Κύριε ἐλέησον ιβ'
Δόξα...
Καὶ νῦν...
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς
53
Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με
ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου
ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμὲ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου· οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν
ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου
ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, ἐν τῇ ἀληθείᾳ σου ἐξολὀθρευσον αὐτοὺς
ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου Κύριε ὅτι ἀγαθὸν
ὅτι
ἐκ πάσης θλίψεως ἐρρύσω με καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου
Ψαλμὸς
54
Ἐνώτισαι ὁ Θεὸς τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου
πρόσχες μοι καὶ εἰσάκουσόν μου· ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην
ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.
ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμὲ
φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμὲ καὶ ἐκάλυψέ με σκότος
καὶ εἶπα· τὶς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω;
ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ
προσεδεχόμην τὸν Θεὸν τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος
καταπόντισον Κύριε καὶ καταδίελε τὰς γλώσσας αὐτῶν ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει
ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία
καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος
ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με ὑπήνεγκα ἂν καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλορρημόνησεν ἐκρύβην ἂν ἀπ' αὐτοῦ
σὺ δὲ ἄνθρωπε ἰσόψυχε ἡγεμών μου καὶ γνωστέ μου
ὃς ἐπὶ τὸ αὐτὸ μοι ἐγλύκανας ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ
ἐλθέτω θάνατος ἐπ' αὐτοὺς καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες ὅτι πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν
ἐγὼ δὲ πρὸς τὸν Θεὸν ἐκέκραξα καὶ ὁ Κύριος εἰσήκουσέ μου
ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι, ἀπαγγελῶ καὶ εἰσακούσεται τῆς φωνῆς μου
λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοὶ
εἰσακούσεται ὁ Θεὸς καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων
οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα καὶ οὐκ ἐφοβήθησαν τὸν Θεὸν
ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ
διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ, ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον καὶ αὐτοί εἰσι βολίδες
ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου καὶ αὐτός σε διαθρέψει, οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ
σὺ
δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς, ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ
μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σὲ Κύριε
Ψαλμὸς 90
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν.
Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους.
Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.
Οὐ φοβηθήσει ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας.
Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ.
Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.
Ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου.
Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου.
Ὅτι τοῖς Ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.
Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσει, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν, σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.
Κεκράξεται πρὀς με, καὶ εἰσακούσομαι αὐτοῦ, μέτ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν.
Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξω αὐτῷ τὸ σωτὴριόν μου.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα,
Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός, Κύριε, ἐλέησον (γ')
Καὶ στιχολογοῦμεν κάθισμα ἓν τοῦ ψαλτηρίου,
εἰς ἕκαστον δὲ ἀντίφωνον λέγομεν Ἀλληλούϊα καὶ ποιοῦμεν μετανοίας (τρεῖς).
Εἷτα
Εἰ ἔψαλτο «ἀλληλούϊα»τὸ πρωῒ, ἤτοι ἐν ἡμέρᾳ νηστείας, ψάλλομεν τὸ παρὸν τρίς, ποιοῦντες γονυκλισίαν ἐπὶ γῆς·
Ἦχος
πλ. β'
Ὁ
ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ, τῷ Σταυρῷ προσηλώσας, τὴν ἐν τῷ Παραδείσῳ τολμηθεῖσαν
τῷ Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον, διάρρηξον Χριστὲ ὁ Θεὸς
καὶ σῶσον ἡμᾶς.
Στιχ:
Ἐνώτισαι ὁ Θεὸς τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου
Ὁ
ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ, τῷ Σταυρῷ προσηλώσας, τὴν ἐν τῷ Παραδείσῳ τολμηθεῖσαν
τῷ Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον, διάρρηξον Χριστὲ ὁ Θεὸς
καὶ σῶσον ἡμᾶς.
Στιχ:
ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα καὶ ὁ Κύριος εἰσήκουσέ μου
Ὁ
ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ, τῷ Σταυρῷ προσηλώσας, τὴν ἐν τῷ Παραδείσῳ τολμηθεῖσαν
τῷ Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον, διάρρηξον Χριστὲ ὁ Θεὸς
καὶ σῶσον ἡμᾶς.
Δόξα.
Καὶ νῦν... Θεοτοκίον
Ὅτι
οὐκ ἔχομεν παρρησίαν διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον,
Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς
ἁμαρτωλῶν ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ καὶ
παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.
Εἰ δὲ ἔψαλτο «Θεὸς Κύριος…», ἤτοι ἐν μνήμῃ ἑορταζομένου
ἁγίου, οὐ ψάλλομεν τὸ Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ… ἀλλὰ λέγομεν·
Δόξα.
Τὸ
ἀπολυτίκιον τοῦ ἁγίου
Καὶ
νῦν... Θεοτοκίον
Ὅτι
οὐκ ἔχομεν παρρησίαν διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον,
Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς
ἁμαρτωλῶν ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ καὶ
παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.
Εἷτα ἀναγιγνώσκομεν τὸ τροπάριον της
Προφητείας (ζήτει εἰς τὸ Τριώδιον εἰς τὴν ἡμέραν ἧς τὴν ἀκολουθίαν τελοῦμεν, τὸ
προκείμενον, τὴν προφητείαν, πάλιν τὸ προκείμενον.
Καὶ
εὐθὺς λέγομεν τὸ παρὸν.
Προκείμενον Ἦχος δ' Ψαλμὸς ε'
Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
Στίχ. Τὰ ῥήματά μου ἐνώτισαι Κύριε.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. Α', 19-31 Β', 13)
Τάδε λέγει Κύριος· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου σμίγουσι τὸν οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοὺς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες. Διὰ τοῦτο, τάδε λέγει Κύριος, ὁ Δεσπότης Σαβαώθ, ὁ Δυνάστης τοῦ Ἰσραήλ· οὐαὶ τοῖς ἰσχύουσιν ἐν Ἱερουσαλήμ! οὐ παύσεται γάρ μου ὁ θυμός ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σέ, καὶ πυρώσω σε εἰς καθαρόν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω. Καὶ ἐπιστήσω τοὺς κριτάς σου, ὡς τὸ πρότερον, καὶ συμβούλους σου, ὡς τὸ ἀπ' ἀρχῆς, καὶ μετὰ τούς ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών· μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται. Διότι νῦν αἰσχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ αἰσχυνθήσονται ἐν τοῖς γλυπτοῖς αὐτῶν, ἐφ' οἷς αὐτοὶ ἐπεποίθησαν, καὶ αἰσχυνθήσονται ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἐφ οἷς αὐτοὶ ἐβουλεύσαντο. Ἔσται γάρ, ὡς τερέβινθος, ἀποβεβληκυῖα τὰ φύλλα αὐτῆς· καὶ ὡς παράδεισος, ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν, ὡς καλάμη στυππείου, καὶ ἡ ἐργασία αὐτῶν, σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων, ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱον Ἀμώς, περὶ Ἰουδαίας, καὶ περὶ Ἱερουσαλήμ. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτῷ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται λαοὶ πολλοί, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσώμεθα ἐν αὐτῇ.
Προκείμενον Ἦχος δ' Ψαλμὸς ς'
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.
Στίχ. Ἐλέησόν με Κύριε, ὅτι ἀσθενής εἰμι.
Ταχὺ
προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἑπτωχεύσαμεν σφόδρα· βοήθησον
ἡμῖν, ὁ Θεός,ὁ Σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Κύριε, ῥῦσαι ἡμᾶς,
καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ἕνεκεν τοῦ ὀνοματός σου.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα...
Καὶ νῦν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε,
ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε,
ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν
του ὀνόματός σου.
Κύριε
ἐλέησον (ἐκ τρίτου)
Δόξα...
Καὶ νῦν...
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Μετὰ
τὴν εκφώνησιν
Εἰ ἔψαλτο «ἀλληλούϊα» ἤτοι ἐν ἡμέρᾳ νηστείας, λέγομεν τὰ τροπάρια ταῦτα·
ὁ Ἀναγνώστης:
Σωτηρίαν
εἰργάσω ἐν μέσῳ τῆς γῆς Χριστέ, ὁ Θεὸς ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖρας ἐξέτεινας,
ἐπισυνάγων πάντα τὰ ἔθνη κράζοντα΄ Κύριε, δόξα σοι.
Δόξα Πατρί...
Τὴν
ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν,
Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς
ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοῶμέν σοι΄ Χαρᾶς ἐπλήρωσας
τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.
Καὶ
νῦν Θεοτοκίον
Τῇ
Δευτέρᾳ. τῇ Τρίτῃ καὶ τῇ Πέμπτῃ ὅτε ἡ ἡμέρα οὐκ ἔχει κοντάκιον, λέγομεν·
Εὐσπλαγχνίας
ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς, Θεοτόκε· βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα,
δεῖξον ὡς αεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ χαῖρε βοῶμέν σοι, ὥς
ποτε ὁ Γαβριὴλ, ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.
Τῇ
δὲ Τετάρτῃ καὶ Παρασκευῇ λέγομεν τὸ ἑξῆς σταυροθεοτοκίον·
Καὶ
νῦν... Σταυροθεοτοκίον
Ὑπερδεδοξασμένη
ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε, διὰ γάρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου,
κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν,
τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν, διὸ εὐχαριστοῦντες δοξολογοῦμεν,
ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.
Κύριε
ἐλέησον μ'
Ὁ
ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος
Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν
καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν
μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις
καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα
ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης
θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ
αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ
εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Κύριε
ἐλέησον γ'
Δόξα... Καὶ νῦν...
Τὴν
Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν
ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
Ὁ ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι
ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς.
Καὶ
ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, Εἶθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα
στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.
Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί,
Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν
μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ' λέγοντες καθ' ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς.
Ναί,
Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν
μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεέ,
καὶ Κύριε τῶν δυνάμεων καὶ πάσης κτίσεως Δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους
σου τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ
τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν
διαρρήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους. Αὐτὸς Δέσποτα
φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας, καὶ ἱκετηρίους
ἐντεύξεις, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος, καὶ πάντων
τῶν κακῶσαι ἡμᾶς ζητούντων ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Καθήλωσον ἐκ τοῦ φόβου
σου τὰς σάρκας ἡμῶν, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς
πονηρίας, ἀλλὰ τῷ πόθῳ σου τρῶσον ἡμῶν τὰς ψυχάς. Ἵνα διὰ παντὸς πρὸς σὲ ἀτενίζοντες,
καὶ τῷ παρὰ σοῦ φωτὶ ὁδηγούμενοι, σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιον κατοπτεύοντες φῶς,
ἀκατάπαυστόν σοι τὴν ἐξομολόγησιν, καὶ εὐχαριστίαν ἀναπέμπωμεν, τῷ ἀνάρχῳ Πατρί,
σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ Θ' ΩΡΑΣ
Ἱερεὺς
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν , καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ
οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν
ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον
ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Ἅγιος
ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα...
Καὶ νῦν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε,
ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε,
ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν
του ὀνόματός σου.
Κύριε
ἐλέησον (ἐκ τρίτου)
Δόξα...
Καὶ νῦν...
Πάτερ
ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν
σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Ἀμήν.
Κύριε
ἐλέησον ιβ'
Δόξα...
Καὶ νῦν...
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς
83
Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων
ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα
καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῶ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς, τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων ὁ βασιλεύς μου καὶ ὁ Θεός μου
μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε
μακάριος ἀνὴρ ᾦ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοί· Κύριε ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο
ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον ὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν
πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιὼν
Κύριε ὁ Θεὸς τῶν δυνάμεων εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι ὁ Θεὸς Ἰακὼβ
ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ Θεὸς καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου
ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον ἢ οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν
ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεὸς, χάριν καὶ δόξαν δώσει Κύριος, οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ
Κύριε
τῶν δυνάμεων μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σὲ
Ψαλμὸς
84
Εὐδόκησας Κύριε τὴν γῆν σου ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ
ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν
κατέπαυσας πᾶσαν τὴν ὀργήν σου ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου
ἐπίστρεψον ἡμᾶς ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμῶν
μὴ εἰς τὸν αἰῶνα ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεὰν;
ὁ Θεὸς σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοὶ
δεῖξον ἡμῖν Κύριε τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν;
ἀκούσομαι τὶ λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν
πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν
ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.
ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε
καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς
δικαιοσύνη
ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ
Ψαλμὸς
85
Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ
φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι σῶσον τὸν δοῦλόν σου ὁ Θεός μου τὸν ἐλπίζοντα ἐπὶ σὲ
ἐλέησόν με Κύριε ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν
εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι πρὸς σὲ Κύριε ἦρα τὴν ψυχήν μου
ὅτι σὺ Κύριε χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
ἐνώτισαι Κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου
ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ ὅτι εἰσήκουσάς μου
οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς Κύριε καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου Κύριε καὶ δοξάσουσι τὸ ὄνομά σου
ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ Θεὸς μόνος ὁ μέγας
ὁδήγησόν με Κύριε τῇ ὁδῷ σου καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου, εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου
ἐξομολογήσομαί σοι Κύριε ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου
ὁ Θεὸς παράνομοι ἐπανέστησαν ἐπ' ἐμὲ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν
καὶ σὺ Κύριε ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου
ποίησον
μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν ὅτι
σὺ Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με
Δόξα...
Καὶ νῦν ... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός, Κύριε, ἐλέησον
(γ')
Δόξα...
Ἀπολυτίκιον τῆς ἡμέρας
Καὶ νῦν ... Θεοτοκίον
Ὁ
δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον
σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον
τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ
ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Μὴ
δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν
διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον
ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν Ἅγιόν σου.
Ἅγιος
ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα...
Καὶ νῦν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε,
ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε,
ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν
του ὀνόματός σου.
Κύριε
ἐλέησον (ἐκ τρίτου)
Δόξα...
Καὶ νῦν...
Πάτερ
ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν
σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Κοντάκιον
τῆς ἡμέρας
Κύριε ἐλέησον μ'
\
Ὁ
ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος
Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν
καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν
μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις
καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα
ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης
θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ
αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ
εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας των
αἰώνων. Ἀμήν.
Κύριε
ἐλέησον γ'
Δόξα...
Καὶ νῦν...
Τὴν
Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν
ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.
Δέσποτα
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ
ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾖ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος, τῷ
εὐγνώμονι λῃστῇ τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον
ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου. Ἡμάρτομεν
γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἄραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος
τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδόν τῆς δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν
τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα.
Φεῖσαι ἡμῶν, Κύριε κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά
σου τὸ Ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου
χειρός,καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα
τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ
Δεσπότῃ καὶ κηδεμόνι. Καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον
ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ
ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν,
καὶ σοὶ τὴν δόξαν ἀναμπέπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ,
καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα...
Καὶ νῦν... Κύριε ἐλέησον γ'
ὁ
Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν


Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου